Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.151 Joseph. AJ 18.156 (English) >>Joseph. AJ 18.161

18.154καὶ μὲν πάντα ἐπὶ τῇ βοηθείᾳ τῶν Δαμασκηνῶν ὥρμητο πράσσειν. Ἀριστόβουλος δέ, οὐ γὰρ ἐλάνθανεν αὐτὸν ὁμολογία τῶν χρημάτων, καταγορεύει πρὸς τὸν Φλάκκον. καὶ βασανιζομένου τοῦ πράγματος ἐπεὶ φανερὰ ἦν, ἐξωθεῖ τὸν Ἀγρίππαν φιλίας τῆς πρὸς αὐτόν. 18.155 δὲ εἰς ὑστάτην περιωσμένος ἀπορίαν εἰς Πτολεμαΐδα παρῆν, καὶ κατὰ τὸ ἄπορον τῆς ἀλλαχόθι διαίτης γνώμην ἐποιεῖτο ἐπὶ τῆς Ἰταλίας πλεῖν. εἰργόμενος δὲ χρημάτων ἀπορίᾳ ἠξίου Μαρσύαν ὄντα αὐτοῦ ἀπελεύθερον ποριστὴν γενέσθαι τῶν ἐπὶ τοιούτοις μηχανῶν δανεισάμενον παρά τινος. 18.156καὶ Μαρσύας Πρῶτον κελεύει Βερενίκης ὄντα ἀπελεύθερον τῆς Ἀγρίππου μητρός, διαθήκης δὲ τῆς ἐκείνου δικαίῳ ὑποτελοῦντα τῆς Ἀντωνίας, αὐτῷ γοῦν παρασχεῖν ἐπὶ γράμματι καὶ πίστει τῇ αὐτοῦ. 18.157 δέ, ἐπεκάλει γὰρ τῷ Ἀγρίππᾳ χρημάτων τινῶν ἀποστέρησιν, ἀναγκάζει τὸν Μαρσύαν δύο μυριάδων Ἀτθίδων συμβόλαιον ποιησάμενον πεντακοσίαις καὶ δισχιλίαις ἔλασσον λαμβάνειν. συνεχώρει δʼ ἐκεῖνος κατὰ τὸ μὴ εἶναι ἄλλως ποιεῖν. 18.158εἰλημμένου δὲ τοῦ χρήματος τούτου Ἀγρίππας εἰς Ἀνθηδόνα παραγενόμενος καὶ λαβὼν ναῦν ἐν ἀναγωγαῖς ἦν. καὶ γνοὺς Ἐρέννιος Καπίτων τῆς Ἰαμνείας ἐπίτροπος πέμπει στρατιώτας, οἳ εἰσπράξονται αὐτὸν ἀργυρίου τριάκοντα μυριάδας θησαυρῷ τῷ Καίσαρος ὀφειλομένας ἐπὶ Ῥώμης ὑπʼ αὐτοῦ, ἀνάγκας τε ἐπετίθεσαν τοῦ μενοῦντος.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.151 Joseph. AJ 18.156 (English) >>Joseph. AJ 18.161

Powered by PhiloLogic